Ancient Greek
192 to 202
Philemon Comic., Fragmenta 192-202
Unproofread scanNot analysed yet
χρόνος τὰ κρυπτὰ πάντα εἰς φάος ἄγει. ἄνθρωπος ὢν τοῦτ' ἴσθι καὶ μέμνησ' ἀεί. ἀθάνατόν ἐστι κακὸν ἀναγκαῖον γυνή. τὸν δὲ μόνον ὄντα καὶ κακὴ τύχη τρέφει. γαμεῖν ὃς ἐθέλει εἰς μετάνοιαν ἔρχεται. βούλου γονεῖς πρώτιστον ἐν τιμαῖς ἔχειν. ἡδύ γε πατὴρ τέκνοισιν εἰ στοργὴν ἔχοι. πλοῦτον μεταλήψεθ' ἕτερον, οὐχὶ τὸν τρόπον. νόσον πολὺ κρεῖττόν ἐστιν ἢ λύπην φέρειν. θανεῖν κράτιστόν ἐστιν ἢ ζῆν ἀθλίως. χρόνῳ τὰ πάντα γίνεται καὶ κρίνεται. κρίσει δικαίᾳ καὶ δίδου καὶ λάμβανε. εἰς χεῖρα δοῦλον δεσπότῃ μὴ συμβάλῃς.