Ancient Greek
46 to 59
Philemon Comic., Fragmenta 46-59
Unproofread scanNot analysed yet
Erotianus 73,11 Klein. ἔστιν ἐχῖνος χύτρας εἶδος μεγαλοστόμου καὶ μεγάλης. μέμνηται τῆς λέξεως. . . καὶ Φιλήμων ἐν Μυρμιδόσι. πολὺ μεῖζόν ἐστι τοῦ κακῶς ἔχειν κακὸν τὸ καθ’ ἕνα πᾶσι τοῖς ἐπισκοπουμένοις δεῖν τὸν κακῶς ἔχοντα πῶς ἔχει λέγειν. ὥσπερ Σέλευκος δεῦρ’ ἔπεμψε τὴν Τύρον, ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει B. τρυγέρανον· οὐ γὰρ γίνεται τοῦτ’ αὐτόθι. ἀπὸ στόματος ἅπαντ’, ἐὰν βούλησθ’, ἐρῶ. Eustathius 880, 30 Αἴλιος Διονύσιος λέγει ὅτι Φιλήμων ἐπισκώπτει τὸ ὄνομα (βουνὸς) ὡς βάρβαρον· λόφον γὰρ καλοῦσιν. ἕτεροι δὲ ὅτι βουνὸν Φιλήμων ἐν Νόθῳ ὡς σύνηθες τίθησιν, ἄλλοθι δὲ ὡς ξενικὸν ἐπισκώπτει. cf. 142. τὸ κανοῦν δ’ ὁ παῖς περίεισι τηνάλλως ἔχων. Photius et Suidas τηνάλλως· μάτην. . . ὁ Φιλήμων Νυκτί κτλ. καὐτόν τι πράττειν· οὐ μόνον τὰς ἐλπίδας ἐπὶ τῇ τύχῃ χρή, παιδίον, πάντως ἔχειν ὧν βούλεταί τις, ἀλλὰ καὐτὸν τῇ τύχῃ συλλαμβάνεσθαι· ῥᾷον ἡ τύχη πονεῖ, ἐὰν μεθ’ ἑτέρου τοῦτο, μὴ μόνῃ, ποιῇ. δοῦλος πρὸ δούλου, δεσπότης πρὸ δεσπότου. Ἕλλην γυνή κακόν ἐστι δούλῳ δεσπότης πράττων κακῶς · μετέχειν ἀνάγκη τῶν κακῶν γὰρ γίνεται. τοῦ γὰρ δικαίου κἂν βροτοῖσι κἂν θεοῖς ἀθάνατος ἀεὶ δόξα διατελεῖ μόνον. τὴν πλατεῖαν σοὶ μόνῳ ταύτην πεποίηκεν ὁ βασιλεύς ; Pollux 9, 38 τάχα δ’ ἂν εὕροις. . εἰρημένην καὶ πλατεῖαν, ὡς οἱ νῦν λέγουσι, Φιλήμονος ἐν Πανηγύρει εἰπόντος κτλ. 1 πλατεῖαν Αἰγύπτιος θοἰμάτιον ἠρδάλωκέ μου. Etymol. m. 436, 41 ἠρδάλωσε. Φιλήμων κτλ. ἀντὶ τοῦ ἠσβόλησεν, ἐμόλυνεν. Erotianus 56, 10 Klein. τὸ μολῦναι ἢ ῥυπᾶναι ἀρδαλῶσαι λέγεται καὶ ἄρδαλος ἄνθρωπος ὁ μὴ καθαρῶς ζῶν. μέμνηται τῆς λέξεως. . . Φιλήμων ἐν Πανηγύρει. Eustathius 1761, 29 Ἀριστοφάνης ὁ γραμματικὸς. . . προφέρων καὶ τὸ Αἴγ. κτλ. ἠρδάλωσε Eust. fortasse tamen non quem exscripsimus versus, sed ἄρδαλος ἄνθρωπος ad Panegyrin pertinet.