Ancient Greek
72 to 75
Philemon Comic., Fragmenta 72-75
Unproofread scanNot analysed yet
οὐκ ἔστιν οὔτε ζωγράφος, μὰ τοὺς θεούς, οὔτ’ ἀνδριαντοποιός, ὅστις ἂν πλάσαι κάλλος τοιοῦτον, οἷον ἀλήθει’ ἔχει. οὔτ’ ἀνδριάντος γὰρ καλῶς πεπλασμένον, 5 ἂν μὴ τὸν αἰσθησόμενον ἡ τέχνη λάβῃ. Stobaeus Floril. 65, 6 Φιλήμονος Πυρρόρου A. 1. μὰ μετὰ A. 3. τοσοῦτον A. ἀλήθει’] ἡ ἀλήθει’. post v. 4 versum excidisse talem fere οὔτ’ ὄφελος οὐδὲν εὖ γεγραμμένης γραφῆς coniecit Porson. Tracts 255. εἰ τὰ δάκρυ’ ἡμῖν τῶν κακῶν ἦν φάρμακον, ἀεί θ’ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο, ἠλλαττόμεσθ’ ἂν δάκρυα δόντες χρυσίον· νῦν δ’ οὐ προσέχει τὰ πράγματ’ οὐδ’ ἀποβλέπει 5 εἰς ταῦτα, δέσποτ’, ἀλλὰ τὴν αὐτὴν ὁδόν, χαλκοῦς ὀφείλεις πέντε μοι. μέμνησ’; B. ἐγὼ σοὶ πέντε χαλκοῦς, σὺ δέ γ’ ἐμοὶ τριτήμορον. τοὺς ἓξ ἀποδοὺς τοὺς πέντε χαλκοῦς ἀπόλαβε. ἄλλῳ πονοῦντι ῥᾴδιον παραινέσαι ἔστιν, ποιῆσαι δ’ αὐτὸν οὐχὶ ῥᾴδιον. τεκμήριον δὲ τοὺς ἰατροὺς οἱδ’ ἐγὼ ὑπὲρ ἐγκρατείας τοῖς νοσοῦσιν εὖ σφόδρα 5 πάντας λαλοῦντας, εἶτ’ ἐὰν πταίσωσί τι, αὐτοὺς ποιοῦντας πάνθ’ ὅσ’ οὐκ εἴων τότε. ἕτερον τό τ’ ἀλγεῖν καὶ θεωρεῖν ἐστ’ ἴσως.