Ancient Greek · ~1 min
Fragment 1
Philemon Comic., Fragmenta 1
Not analysed yet
πρὸς τῶι μυροπωλίωι γὰρ ἀνθρώπων τινῶν
ἤκουσα Χαλκοῦν περιπατεῖν κλέπτην τινά·
ἄπειρος ὢν δὲ τοῦ λεγομένου πράγματο[ς],
Ἀριστομήδη 'νθ' ἠρόμην παριόνθ' ὁρῶν.
ὁ δ' ἐνήλατ' εὐθύς μοι παραστὰς [τ]ῶι σκ[έ]λει
παίει τε λὰξ πύξ, ὥστε μ' ἐκθανεῖν· ἐπεὶ
μόλις γε φεύγων ἐξέπεσον ἄλλῃ λ̣ά̣[θρ]ᾳ.