Ancient Greek · ~2 min
Play Nt
Philemon Junior Comic., Fragmenta 1
Not analysed yet
Ἐάσαθ' οὕτως ὡς ἔχει. τὸ πῦρ μόνον
ποιεῖτε τοῖς ὀπτοῖσι μήτ' ἀνειμένον,
τὸ γὰρ τοιοῦτ' οὐκ ὀπτὸν ἀλλ' ἑφθὸν ποιεῖ·
μήτ' ὀξύ, κατακάει γὰρ ὅσ' ἂν ἔξω λάβῃ
τοῦτο πάλιν, εἰς τὴν σάρκα δ' οὐκ ἐνδύεται.
μάγειρός ἐστιν οὐκ ἐὰν ζωμήρυσιν
ἔχων τις ἔλθῃ καὶ μάχαιραν πρός τινα,
οὐδ' ἄν τις εἰς τὰς λοπάδας ἰχθῦς ἐμβάλῃ·
ἀλλ' ἔστι τις φρόνησις ἐν τῷ πράγματι.