Ancient Greek · ~3 min
Play Kyn, lines Fragment tit-3
Philetaerus Comic., Fragmenta Fragment tit-6-3
Not analysed yet
ΚΥΝΑΓΙΣ.
Οὐχὶ Κερκώπη μὲν ἤδη γέγον' ἔτη τρισχίλια,
ἡ δὲ Διοπείθους ἀειδὴς Τέλεσις ἕτερα μυρία;
Θεολύτην δ' οὐδ' οἶδεν οὐδείς, ὅτε τὸ πρῶτον ἐγένετο.
οὐχὶ Λαῒς μὲν τελευτῶσ' ἀπέθανεν βινουμένη,
Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα;
Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω·
περὶ δὲ Ναΐδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει.
Παῦσαι γέρων ὢν τοὺς τρόπους. οὐκ οἶσθ' ὅτι
ἥδιστόν ἐστιν ἀποθανεῖν βινοῦνθ' ἅμα,
ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον;
τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν,
πλὴν ἡδέως ζῆν τὸν βίον καθ' ἡμέραν,
ἐὰν ἔχῃ τις ὁπόθεν. ἀλλὰ δεῖ σκοπεῖν
τοῦτ' αὐτό, τἀνθρώπει' ὁρῶντα πράγματα,
εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅ τι
ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ
ἕωλον ἔνδον ἀργύριον.
Οὐκ ἐτὸς ἑταίρας ἱερόν ἐστι πανταχοῦ,
ἀλλ' οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.