Ancient Greek · ~1 min
Title 4
Philetas Eleg. et Gramm., Fragmenta poetica 4
Not analysed yet
Παίγνια
Οὐ μέ τις ἐξ ὀρέων ἀποφώλιος ἀγροιώτης
αἱρήσει κλήθρην αἰρόμενος μακέλην,
ἀλλ' ἐπέων εἰδὼς κόσμον καὶ πολλὰ μογήσας
μύθων παντοίων οἶμον ἐπιστάμενος.
γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ζωὴν ὀλέσασα
ὀξείης κάκτου τύμμα φυλαξαμένη