Ancient Greek
Dfhg-Source dfhg3_PHILINUS_AGRIGENTINUS
PHILINUS AGRIGENTINUS, Fragmenta 3
Not analysed yet
Ὅτι Ἄννων ὁ πρεσβύτερος ἐκ τῆς Λιβύης κατὰ τὴν πολιορκίαν Ἀκράγαντος ἐπέρασε μεγάλην δύναμιν ἐν Σικελίᾳ, πεζῶν μυριάδας πέντε, ἱππεῖς δὲ ἑξακισχιλίους, ἐλέφαντας δὲ ἑξήκοντα. Φιλῖνος δὲ ὁ Ἀκραγαντῖνος ἱστορικὸς ἀνεγράψατο. Ὁδὲ οὖν Ἄννων ἀναζεύξας μετὰ πάσης τῆς δυνάμεως ἐκ τοῦ Λιλυβαίου, παρῆλθεν εἰς τὴν Ἡράκλειαν, καθ ̓ ὃν καιρὸν ἦλθόν τινες ἀπαγγέλλοντες τὸν Ἔρβησον παραδώσειν. Ἄννων δὲ πολεμήσας ἐν δυσὶ μάχαις ἀπέβαλε στρατιώτας πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς διακοσίους, ζωγρίας δὲ τετρακισχιλίους· ἐλέφαντας ὀκτὼ θανεῖν, τριάκοντα τρεῖς δὲ κατατραυματισθῆναι.