Ancient Greek
1 to 4
Philip II, King of Macedonia, Epistulae 1-2-4
Not analysed yet
Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. Ἐπειδὴ πολλάκις μου πρέσβεις ἀποστείλαντος, ἱν’ ἐμμείνωμεν τοῖς ὅρκοις καὶ ταῖς ὁμολογίαις, οὐδεμίαν ἐποιεῖσθε ἐπιστροφήν, ᾤμην δεῖν πέμψαι πρὸς ὑμᾶς ὑπὲρ ὧν ἀδικεῖσθαι νομίζω. μὴ θαυμάσητε δὲ τὸ μῆκος τῆς ἐπιστολῆς· πολλῶν γὰρ ὑπαρχόντων ἐγκλημάτων ἀναγκαῖόν ἐστιν ὑπὲρ ἁπάντων δηλῶσαι καθαρῶς. (2) πρῶτον μὲν γὰρ Νικίου τοῦ κήρυκος ἁρπασθέντος ἐκ τῆς χώρας τῆς ἐμῆς οὐ τοῖς παρανομοῦσιν ἐπετιμήσατε, ἀλλὰ τὸν ἀδικούμενον εἴρξατε δέκα μῆνας· ἃς δ’ ἔφερε παρ’ ἡμῶν ἐπιστολάς, ἀνέγνωτε ἐπὶ τοῦ βήματος. ἔπειτα βασίων ὑποδεχομένων τὰς Βυζαντίων τριήρεις καὶ τῶν λῃστῶν τοὺς βουλομένους οὐδὲν ἐφροντίζετε, τῶν συνθηκῶν διαρρήδην λεγουσῶν, πολεμίους εἶναι τοὺς ταῦτα ποιοῦντας. (3) ἔτι τοίνυν περὶ τοὺς αὐτοὺς χρόνους Διοπείθης ἐμβαλὼν εἰς τὴν χώραν Κρωβύλην μὲν καὶ τὴν Τιρίστασιν ἐξηνδραποδίσατο, τὴν δὲ προσεχῆ Θρᾴκην ἐπόρθησε, τέλος δὲ εἰς τοῦτο ἦλθε παρανομίας, ὥστε Ἀμφίλοχον ὑπὲρ τῶν αἰχμαλώτων ἐλθόντα πρεσβευτὴν συλλαβὼν καὶ τὰς ἐσχάτας ἀνάγκας ἐπιθεὶς ἀπελύτρωσε ταλάντων ἐννέα· καὶ ταῦτα τῷ δήμῳ εὐδοκοῦντα ἐποίησεν. (4) καίτοι τὸ παρανομεῖν εἰς κήρυκας καὶ πρέσβεις τοῖς ἄλλοις τε πᾶσιν ἀσεβὲς εἶναι δοκεῖ, καὶ μάλιστα ὑμῖν. Μεγαρέων γοῦν Ἀνθεμόκριτον ἀνελοντων εἰς τοῦτο ἐλήλυθεν ὃ δῆμος, ὥστε μυστηρίων μὲν εἶργον αὐτούς, ὑπόμνημα δὲ τῆς ἀδικίας ἔστησαν ἀνδριάντα πρὸ τῶν πυλῶν. καίτοι πῶς οὐ δεινόν, ἐφ’ οἷς παθόντες οὕτως ἐμισήσατε τοὺς δράσαντας, νῦν αὐτοὺς φαίνεσθαι ποιοῦντας;