Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_PHILISTUS
PHILISTUS, Fragmenta 49
Not analysed yet
Πρὸς δὲ τῷ ἅρματι τῷ Γέλωνος Ζεὺς ἔστηκεν ἀρχαῖος, ἔχων σκῆπτρον· Ὑβλαίων δέ φασιν εἶναι ἀνάθημα. Αἱ δὲ ἦσαν ἐν Σικελίᾳ πόλεις αἱ Ὕβλαι, Γερεᾶτις ἐπίκλησιν, τὴν δὲ, ὥσπερ γεχαὶ ἦν, ἐκάλουν μείζονα. Ἔχουσι δὲ καὶ κατ ̓ ἐμὲ ἔτι τὰ ὀνόματα. Ἐν τῇ Καταωαίᾳ δὲ ἡ μὲν ἔρημος ἐς ἅπαν, ἡ δὲ κώμη τε Καταναίων ἡ Γερεᾶτις, καὶ ἱερόν σφισιν Ὑβλαίας ἐστὶ θεοῦ, παρὰ Σικελιωτῶν ἔχον τιμάς. Παρὰ τούτων δὲ κομισθῆναι τὸ ἄγαλμα ἐς Ὀλύμπιον ἡγοῦμαι. Τεράτων γὰρ σφᾶς καὶ ἐνυπνίων Φίλιστος ὁ Ἀρχομενίδου φησὶν ἐξηγητὰς εἶναι, καὶ μάλιστα εὐσεβείᾳ τῶν ἐν Σικελίᾳ βαρβάρων προσκεῖσθαι.