Ancient Greek
Section 107
Philo Judaeus, De Abrahamo 107
Not analysed yet
Τὸ μὲν οὖν Αἰγυπτίων ἄξενον καὶ ἀκόλαστον εἴρηται. τοῦ δὲ τοιαῦτα πεπονθότος ἄξιον θαυμάσαι τὴν φιλανθρωπίαν, ὃς μεσημβρίας θεασάμενος τρεῖς ὡς ἄνδρας ὁδοιποροῦντας —οἱ δὲ θειοτέρας ὄντες φύσεως ἐλελήθεσαν —προσδραμὼν ἱκέτευε λιπαρῶς μὴ παρελθεῖν αὑτοῦ τὴν σκηνήν, ἀλλ’ ὡς πρέπον εἰσεληλυθότας ξενίων μετασχεῖν· οἱ δ’ οὐκ ἐκ τῶν λεγομένων μᾶλλον ἢ τῆς διανοίας εἰδότες ἀληθεύοντα μηδὲν ἐνδοιάσαντες ἐπινεύουσι.