Ancient Greek
Section 134
Philo Judaeus, De Abrahamo 134
Not analysed yet
αἴτιον δὲ τῆς περὶ τὸ ἀκολασταίνειν ἀμετρίας ἐγένετο τοῖς οἰκήτορσιν ἡ τῶν χορηγιῶν ἐπάλληλος ἀφθονία· βαθύγειος γὰρ καὶ εὔυδρος οὖσα ἡ χώρα παντοίων ἀνὰ πᾶν ἔτος εὐφορίᾳ καρπῶν ἐχρῆτο· „μεγίστη δ’ ἀρχὴ κακῶν“ ὡς εἶπέ τις οὐκ ἀπὸ σκοποῦ „τὰ λίαν ἀγαθά. “