Ancient Greek
Section 154
Philo Judaeus, De Abrahamo 154
Not analysed yet
ἀλλὰ γὰρ οὐ ταύτῃ μόνον τὰς ἄλλας αἰσθήσεις ὑπερβάλλει τὸ κάλλος ὀφθαλμῶν, ἀλλὰ καὶ διότι τῶν ἄλλων ἐν ταῖς ἐγρηγόρσεσι —τὴν γὰρ καθ’ ὕπνον ἀπραξίαν οὐ παραληπτέον —ἐπιλείπουσιν αἱ χρήσεις· ὁπότε γὰρ μὴ κινήσειέ τι τῶν ἐκτός, ἡσυχάζουσιν, αἱ δὲ τῶν ὀφθαλμῶν ἀναπεπταμένων ἐνέργειαι συνεχεῖς καὶ ἀδιάστατοι μηδέποτε πληρουμένων εἰσὶ καὶ ταύτῃ παριστάντων, ἣν ἔχουσι πρὸς ψυχὴν συγγένειαν.