Ancient Greek
Section 159
Philo Judaeus, De Abrahamo 159
Not analysed yet
διὸ καὶ προσχρώμενοι τῇ πασῶν ἀρίστῃ δωρεᾷ φωτὶ καταθεῶνται τὰ ἐν κόσμῳ, γῆν, φυτά, ζῷα, καρπούς, πελαγῶν ἀναχύσεις, ποταμοὺς αὐθιγενεῖς τε καὶ χειμάρρους πηγῶν τε διαφοράς, ὧν αἱ μὲν ψυχρὸν αἱ δὲ θερμὸν νᾶμα προχέουσι, πάντων τῶν κατὰ τὸν ἀέρα συνισταμένων τὰς φύσεις —ἀμύθητοι δέ εἰσιν ἰδέαι καὶ ἀπερίληπτοι λόγῳ —,καὶ ἐπὶ πᾶσι τὸν οὐρανόν, ὃς ἀληθείᾳ κόσμος ἐν κόσμῳ δεδημιούργηται, καὶ τὰ κατ’ οὐρανὸν κάλλη καὶ θεῖα ἀγάλματα. τίς οὖν τῶν ἄλλων αἰσθήσεων