Ancient Greek
Section 193
Philo Judaeus, De Abrahamo 193
Not analysed yet
ἔπειτ’ οὐκ ὄντος ἔθους ἐν τῇ χώρᾳ, καθάπερ ἴσως παρ’ ἐνίοις ἐστίν, ἀνθρωποθυτεῖν, ὃ τῇ συνεχείᾳ τὰς τῶν δεινῶν φαντασίας εἴωθεν ἐκλύειν, αὐτὸς ἔμελλε πρῶτος ἄρχεσθαι καινοτάτου καὶ παρηλλαγμένου πράγματος, ὅ μοι δοκεῖ μηδεὶς ἂν ὑπομεῖναι, καὶ εἰ σιδήρου τὴν ψυχὴν ἢ ἀδάμαντος κατεσκεύαστο· „φύσει“ γὰρ ὡς εἶπέ τις „ἔργον μάχεσθαι. “