Ancient Greek
Section 199
Philo Judaeus, De Abrahamo 199
Not analysed yet
τί δὴ τῶν εἰρημένων πρὸς ἑτέρους κοινόν; τί δ’ οὐκ ἐξαίρετον καὶ παντὸς λόγου κρεῖττον; ὡς τόν γε μὴ φύσει βάσκανον καὶ φιλοπόνηρον καταπλαγῆναι καὶ θαυμάσαι τῆς περιττῆς ἄγαν εὐσεβείας, οὐχ ἅπαντα ὅσα εἶπον ἀθρόα εἰς νοῦν βαλλόμενον, ἀλλὰ κἂν ἕν τι τῶν πάντων· ἱκανὴ γὰρ καὶ ἡ ἑνὸς φαντασία τύπῳ τινὶ βραχεῖ —βραχὺ δ’ οὐδὲν ἔργον σοφοῦ —μέγεθος ψυχῆς καὶ ὕψος ἐμφῆναι.