Ancient Greek
Section 204
Philo Judaeus, De Abrahamo 204
Not analysed yet
„τὸ μὲν τῆς χαρᾶς γένος καὶ τὸ χαίρειν ὅτι οὐκ ἔστιν ἑτέρου πλὴν ἐμοῦ τοῦ πατρὸς τῶν ὅλων κτῆμα, σαφῶς οἶδα, κεκτημένος δ’ ὅμως οὐ φθονῶ τοῖς ἀξίοις χρῆσθαι· ἄξιος δὲ τίς ἂν εἴη, πλὴν εἴ τις ἐμοὶ καὶ τοῖς ἐμοῖς βουλήμασιν ἕποιτο; τούτῳ γὰρ ἥκιστα μὲν ἀνιᾶσθαι ἥκιστα δὲ φοβεῖσθαι συμβήσεται πορευομένῳ ταύτην τὴν ὁδόν, ἣ πάθεσι μὲν καὶ κακίαις ἐστὶν ἄβατος, εὐπαθείαις δὲ καὶ ἀρεταῖς ἐμπεριπατεῖται. “