Ancient Greek
Section 225
Philo Judaeus, De Abrahamo 225
Not analysed yet
Οὐ τοίνυν εἰρηνικὸς καὶ φιλοδίκαιος αὐτὸ μόνον ἦν ὁ ἀστεῖος, ἀλλὰ καὶ ἀνδρεῖος καὶ πολεμικός· οὐχ ἕνεκα τοῦ πολεμεῖν —οὐ γὰρ δύσερις ἦν καὶ φιλόνεικος —,ἀλλ’ ὑπὲρ βεβαίου τῆς πρὸς τὸ μέλλον εἰρήνης, ἣν οἱ ἀντίπαλοι καθῄρουν. σαφεστάτη δὲ πίστις τὰ πραχθέντα.