Ancient Greek
Section 232
Philo Judaeus, De Abrahamo 232
Not analysed yet
καινοτάτην δ’ ἐξεῦρε συμμαχίαν —πόρος γὰρ ἐν ἀπόροις, ὅταν δικαίων καὶ φιλανθρώπων ἔργων ἐφιῆταί τις, εὑρίσκεται —· συναγαγὼν γὰρ τοὺς οἰκέτας καὶ τοῖς ἀργυρωνήτοις προστάξας οἴκοι καταμένειν —ἔδεισε γὰρ ἐξ αὐτῶν αὐτομολίαν —τοὺς οἰκότριβας καταλέγει καὶ διανείμας εἰς ἑκατονταρχίας τρισὶν ἐπῄει τάξεσιν, οὐ ταύταις πεποιθώς —πολλοστὴ γὰρ ἦν μοῖρα τῶν παρὰ τοῖς βασιλεῦσιν —,ἀλλὰ τῷ ὑπερμάχῳ καὶ προαγωνιστῇ τοῦ δικαίου θεῷ.