Ancient Greek
Section 235
Philo Judaeus, De Abrahamo 235
Not analysed yet
ὃν θεασάμενος ὁ μέγας ἱερεὺς τοῦ μεγίστου θεοῦ ἐπανιόντα καὶ τροπαιοφοροῦντα σῷον μετὰ σῴου τῆς ἰδίας δυνάμεως —οὐδένα γὰρ τῶν συνόντων ἀπέβαλε —,καταπλαγεὶς τὸ μέγεθος τῆς πράξεως καὶ ὅπερ εἰκὸς ἐννοηθείς, ὡς οὐκ ἄνευ θείας ἐπιφροσύνης καὶ συμμαχίας κατωρθώθη, τὰς χεῖρας ἀνατείνας εἰς τὸν οὐρανὸν εὐχαῖς αὐτὸν γεραίρει καὶ ἐπινίκια ἔθυε καὶ πάντας τοὺς συναραμένους τῷ ἀγῶνι λαμπρῶς εἱστία, γεγηθὼς καὶ συνηδόμενος ὡς ἐπ’ οἰκείῳ κατορθώματι· καὶ ἦν τῷ ὄντι οἰκεῖον αὐτῷ· „κοινὰ“ γὰρ κατὰ τὴν παροιμίαν „τὰ φίλων“, πολὺ δὲ πλέον τὰ τῶν ἀγαθῶν, οἷς ἓν τέλος εὐαρεστεῖν θεῷ.