Ancient Greek
Section 50
Philo Judaeus, De Abrahamo 50
Not analysed yet
τούτους τοίνυν συμβέβηκε μιᾶς οἰκίας καὶ ἑνὸς γένους εἶναι—ὁ γὰρ τελευταῖος υἱὸς μέν ἐστι τοῦ μέσου, υἱωνὸς δὲ τοῦ πρώτου —καὶ πάντας φιλοθέους ὁμοῦ καὶ θεοφιλεῖς, ἀγαπήσαντας τὸν ἀληθῆ θεὸν καὶ ἀνταγαπηθέντας πρὸς αὐτοῦ, ὃς ἠξίωσε, καθάπερ δηλοῦσιν οἱ χρησμοί, διὰ τὰς ὑπερβολὰς τῶν ἀρετῶν αἷς συνεβίουν κοινωνῆσαι τῆς προσρήσεως αὐτοῦ.