Ancient Greek
Section 93
Philo Judaeus, De Abrahamo 93
Not analysed yet
ἦν δ’ αὐτῷ γυνὴ τήν τε ψυχὴν ἀρίστη καὶ τὸ σῶμα τῶν καθ’ αὑτὴν περικαλλεστάτη· ταύτην ἰδόντες τῶν Αἰγυπτίων οἱ ἐν τέλει καὶ τῆς εὐμορφίας ἀγάμενοι —λανθάνει γὰρ τοὺς ἐν ἐξοχαῖς οὐδέν —μηνύουσι τῷ βασιλεῖ.