Ancient Greek
Section 107
Philo Judaeus, De aeternitate mundi 107
Not analysed yet
Θαυμάσαι δ’ ἄν τις τοὺς τὰς ἐκπυρώσεις καὶ παλιγγενεσίας θρυλοῦντας οὐ μόνον ἕνεκα τῶν εἰρημένων, οἷς ἀπελέγχονται ψευδοδοξοῦντες, ἀλλὰ καὶ δι’ ἐκεῖνο μάλιστα. τεττάρων γὰρ ὄντων στοιχείων, ἐξ ὧν ὁ κόσμος συνέστηκε, γῆς, ὕδατος, ἀέρος, πυρός, τίνος ἕνεκα πάντων ἀποκληρωσάμενοι τὸ πῦρ τὰ ἄλλα φασὶν εἰς τοῦτο μόνον ἀναλυθήσεσθαι; δέον γάρ, εἴποι τις ἄν, —πῶς οὔκ; —εἰς ἀέρα ἢ ὕδωρ ἢ γῆν· ὑπερβάλλουσαι γὰρ καὶ ἐν τούτοις εἰσὶ δυνάμεις. ἀλλ’ οὐδεὶς ἐξαεροῦσθαι ἢ ἐξυδατοῦσθαι ἢ ἀπογεοῦσθαι τὸν κόσμον εἶπεν, ὥστ’ εἰκὸς ἦν μηδὲ ἐκπυροῦσθαι φάναι.