Ancient Greek
Section 41
Philo Judaeus, De aeternitate mundi 41
Not analysed yet
τὸ δὲ δεύτερον ἄξιον οὐ βραχείας ἐρεύνης. εἰ γὰρ ἕτερον ἀντὶ τοῦ νῦν ὄντος κατασκευάσει, πάντως ὁ γενόμενος ἢ χείρων ἢ ὅμοιος ἢ κρείττων ἀποτελεσθήσεται· ὧν ἕκαστον ἐπίληπτον. εἰ μὲν γὰρ χείρων ὁ κόσμος, χείρων καὶ ὁ δημιουργός. ἀμώμητα δὲ καὶ ἀνεξέλεγκτα καὶ ἀνεπανόρθωτα τὰ τοῦ θεοῦ τελειοτάτῃ τέχνῃ καὶ ἐπιστήμῃ δημιουργηθέντα· „οὐδὲ“ γὰρ „γυνὴ“ φασί „τοσσόνδε νόου ἐπιδεύεται ἐσθλοῦ, ὥστε χερείον’ ἑλέσθαι ἀμεινοτέρων παρεόντων. “ἐμπρεπὲς δὲ θεῷ τὰ ἄμορφα μορφοῦν καὶ τοῖς αἰσχίστοις περιτιθέναι θαυμαστὰ κάλλη.