Ancient Greek
Section 47
Philo Judaeus, De aeternitate mundi 47
Not analysed yet
καὶ μὴν οἵ γε τὰς ἐκπυρώσεις καὶ τὰς παλιγγενεσίας εἰσηγούμενοι τοῦ κόσμου νομίζουσι καὶ ὁμολογοῦσι τοὺς ἀστέρας θεοὺς εἶναι, οὓς τῷ λόγῳ διαφθείρειν οὐκ ἐρυθριῶσιν. ἔδει γὰρ ἢ μύδρους διαπύρους ἀποφήνασθαι, καθάπερ ἔνιοι τῶν οἷα περὶ δεσμωτηρίου φλυαρούντων τοῦ σύμπαντος οὐρανοῦ, ἢ θείας ἢ δαιμονίας φύσεις νομίζοντας τὴν ἁρμόττουσαν θεοῖς ἀφθαρσίαν προσομολογῆσαι. νυνὶ δὲ τοσοῦτον δόξης ἀληθοῦς διήμαρτον, ὥστε λελήθασιν αὑτοὺς καὶ τῇ προνοίᾳ —ψυχὴ δ’ ἐστὶ τοῦ κόσμου —φθορὰν ἐπιφέροντες ἐξ ὧν ἀνακόλουθα φιλοσοφοῦσι.