Ancient Greek
Section 5
Philo Judaeus, De aeternitate mundi 5
Not analysed yet
λέγεται μέντοι καὶ φθορὰ ἥ τε πρὸς τὸ χεῖρον μεταβολὴ [λέγεται δὲ] καὶ ἡ ἐκ τοῦ ὄντος ἀναίρεσις παντελής, ἣν καὶ ἀνύπαρκτον ἀναγκαῖον λέγειν· ὥσπερ γὰρ ἐκ τοῦ μὴ ὄντος οὐδὲν γίνεται, οὐδ’ εἰς τὸ μὴ ὂν φθείρεται· „ἔκ τε γὰρ οὐδάμ’ ἐόντος ἀμήχανόν ἐστι γενέσθαι [τι] καί τ’ ἐὸν ἐξαπολέσθαι ἀνήνυστον καὶ ἄπυστον. “καὶ ὁ τραγικός· „θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἑτέραν ἀπέδειξεν." οὐδέν γε οὕτως ἐστὶν εὔηθες ὡς τὸ ἀπορεῖν,