Ancient Greek
Section 63
Philo Judaeus, De aeternitate mundi 63
Not analysed yet
ἁπάσαις ζῴων ἰδέαις ἀναδιδοῦσα. παρ’ ὅ μοι δοκοῦσιν οὐκ ἀπὸ σκοποῦ ποιηταὶ Πανδώραν αὐτὴν ὀνομάσαι, πάντα δωρουμένην [καὶ] τὰ πρὸς ὠφέλειαν καὶ ἡδονῆς ἀπόλαυσιν οὐ τισὶν ἀλλὰ πᾶσιν ὅσα ψυχῆς μεμοίραται. εἰ γοῦν τις ἔαρος ἀκμάσαντος πτερωθεὶς ἀρθείη μετάρσιος καὶ κατίδοι τήν τε ὀρεινὴν καὶ πεδιάδα, τὴν μὲν εὔχορτον καὶ χλοηφόρον πόας καὶ χιλὸν κριθάς τε καὶ πυροὺς καὶ μυρίας ἄλλας σπαρτῶν φύσεις ἀναδιδοῦσαν, ἅς τε γεωργοὶ κατεβάλοντο καὶ ἃς ἀπαυτοματίζουσα ἡ τοῦ ἔτους ὥρα παρέχεται, τὴν δὲ κλάδοις καὶ φυλλάσι κατάσκιον, οἷς ἐπικοσμεῖται τὰ δένδρα, καὶ καρπῶν περιπληθεστάτην, οὐχὶ τῶν πρὸς ἐδωδὴν μόνον ἀλλὰ καὶ οἷς πόνους ἀκεῖσθαι συμβέβηκεν —ὁ μὲν γὰρ τῆς ἐλαίας καρπὸς σώματος κάματον ἰᾶται, ὁ δὲ τῆς ἀμπέλου ποθεὶς μετρίως ἐπιχαλᾷ τὰς σφοδρὰς ὀδύνας ψυχῆς —,