Ancient Greek
Section 1
Philo Judaeus, De agricultura 1
Not analysed yet
„Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς εἶναι, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιε τοῦ οἴνου, καὶ ἐμεθύσθη ἐν τῷ οἴκῳ αὐτοῦ“ (Gen. 9,20. 21). οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων τὰς φύσεις τῶν πραγμάτων οὐκ εἰδότες καὶ περὶ τὴν τῶν ὀνομάτων θέσιν ἐξ ἀνάγκης ἁμαρτάνουσι· τοῖς μὲν γὰρ ὥσπερ ἐξ ἀνατομῆς περινοηθεῖσι κύριαι προσρήσεις ἕπονται, τοῖς δ’ ὑποσυγκεχυμένοις οὐ σφόδρα ἠκριβωμέναι.