Ancient Greek
Section 145
Philo Judaeus, De agricultura 145
Not analysed yet
τὸν γὰρ σῦν ἀκάθαρτον εἶναί φησιν, ὅτι διχηλεῖ μέν, οὐ μηρυκᾶται δέ (Lev. 11,7), ὡς τὸν κάμηλον διὰ τὴν ἐναντίαν πρόφασιν, ὅτι μηρυκώμενος οὐ διχηλεῖ. ὅσα μέντοι τῶν ζῴων ἀμφοτέρων μετέχει, καθαρὰ εἰκότως ἀναγράφεται, ὅτι τὴν περὶ ἑκάτερον τῶν λεχθέντων ἀτοπίαν ἐκπέφευγε. καὶ γὰρ διαίρεσις ἄνευ μνήμης καὶ μελέτης καὶ διεξόδου τῶν ἀρίστων ***ἀγαθὸν ἀτελές, ἡ δ’ ἀμφοῖν