Ancient Greek
Section 166
Philo Judaeus, De agricultura 166
Not analysed yet
τῶν δὲ ἀπειθησάντων ἄλλος, φησίν, ἄνθρωπος τὴν μὲν οἰκίαν οἰκήσει, τὸν δ’ ἀμπελῶνα κτήσεται, τὴν δὲ γυναῖκα ἄξεται· τὸ δ’ ἐστὶν ἴσον τῷ αἱ λεχθεῖσαι δυνάμεις σπουδῆς, βελτιώσεως, τελειώσεως ἐπιλείψουσι μὲν οὐδέποτε, ἄλλοτε δὲ ἄλλοις ἐνομιλήσουσιν ἀνθρώποις ἐπιφοιτῶσαι καὶ τὰς ψυχὰς οὐ τὰς αὐτὰς ***ἀμείβουσαι, σφραγῖσιν ὁμοιούμεναι. καὶ γὰρ αὗται τὸν κηρὸν ἐπειδὰν τυπώσωσι,