Ancient Greek
Section 18
Philo Judaeus, De agricultura 18
Not analysed yet
ἀνελῶ μὲν δὴ ταῦτα, φυτεύσω δὲ ταῖς μὲν ἐν ἡλικίᾳ παιδικῇ ψυχαῖς μοσχεύματα, ὧν ὁ καρπὸς αὐτὰς τιθηνήσεται —ἔστι δὲ ταῦτα ἡ τοῦ γράφειν καὶ ἀναγινώσκειν εὐτρόχως ἐπιτήδευσις, ἡ τῶν παρὰ σοφοῖς ποιηταῖς ἀκριβὴς ἔρευνα, γεωμετρία καὶ ἡ περὶ τοὺς ῥητορικοὺς λόγους μελέτη καὶ ἡ σύμπασα τῆς ἐγκυκλίου παιδείας μουσική —,ταῖς δὲ νεανιευομέναις καὶ ἀνδρουμέναις ἤδη τὰ ἀμείνω καὶ τελεώτερα, τὸ φρονήσεως φυτόν, τὸ ἀνδρείας, τὸ σωφροσύνης, τὸ δικαιοσύνης, τὸ ἀρετῆς ἁπάσης.