Ancient Greek
Section 21
Philo Judaeus, De agricultura 21
Not analysed yet
γάρ φησιν „ἦν ἐργαζόμενος τὴν γῆν“ (Gen. 4,2), καὶ μικρὸν ὕστερον, ἡνίκα τὸ ἐπὶ τῇ ἀδελφοκτονίᾳ ἄγος ἐργασάμενος καταφωρᾶται, λέγεται· „ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου, ᾗ ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι“ (Gen. 4,11. 12).