Ancient Greek
Section 59
Philo Judaeus, De agricultura 59
Not analysed yet
τὸ μὲν οὖν πρῶτον καίτοι τοῦ λεχθέντος οὐ καθ’ ἡδονὴν ἀκούσαντες ἐχεμυθήσουσι περιττὸν ἡγούμενοι τὸ μὴ μαθησομένοις διαφορὰν κτηνοτροφίας καὶ ποιμενικῆς ὑφηγεῖσθαι, αὖθις δὲ ὅταν ὁ περὶ τούτων ἀγὼν ἐνστῇ, διαγωνιοῦνται πάσῃ δυνάμει καί, πρὶν ἀνὰ κράτος ἑλεῖν, οὐκ ἀνήσουσι τὸ τῆς φύσεως ἐλεύθερόν τε καὶ εὐγενὲς καὶ ἡγεμονικὸν τῷ ὄντι ἐπιδειξάμενοι· πυνθανομένου γοῦν τοῦ βασιλέως „τί τὸ ἔργον ὑμῶν; “ἀποκρίνονται· „ποιμένες ἐσμέν, καὶ οἱ πατέρες ἡμῶν“ (Gen. 47, 3).