Ancient Greek
Section 1
Philo Judaeus, De Cherubim 1
Not analysed yet
„Καὶ ἐξέβαλε τὸν Ἀδὰμ καὶ κατῴκισεν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς [καὶ ἔταξε] τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς“ (Gen. 3, 24). νῦν μὲν „ἐξέβαλε“ φησί, πρότερον δ’ εἶπεν „ἐξαπέστειλεν“ (ib. 23), οὐ παρέργως τὰ ὀνόματα θείς, ἀλλ’ εἰδὼς ἐφ’ ὧν κυρίως καὶ εὐθυβόλως πραγμάτων αὐτὰ τάττει.