Ancient Greek
Section 11
Philo Judaeus, De Cherubim 11
Not analysed yet
Τότε καὶ ἡ φλογίνη ῥομφαία καὶ τὰ Χερουβὶμ ἀντικρὺ τοῦ παραδείσου τὴν οἴκησιν ἴσχει. λέγεται δὲ „ἀντικρὺ“ τὸ μὲν ὡς ἐχθρὸν ἀντιστατοῦν, τὸ δὲ ἁρμόττον τοῖς εἰς ἐπίκρισιν, ὡς ὁ κρινόμενος τῷ δικαστῇ, τὸ δὲ ὡς φίλον τοῦ κατανοηθῆναι χάριν καὶ ἐκ τῆς ἀκριβεστέρας προσόψεως μᾶλλον οἰκειωθῆναι, ὡς γραφαί τε καὶ ἀνδριάντες ἀρχέτυποι γραφεῦσι καὶ πλάσταις.