Ancient Greek
Section 119
Philo Judaeus, De Cherubim 119
Not analysed yet
γίνεται οὖν οὐ μόνον ἀληθὲς ἀλλὰ καὶ τῶν μάλιστα συντεινόντων εἰς παρηγορίαν τὸ τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ τοῦ γεννήσαντος ἔργα τε εἶναι καὶ κτήματα. τὸ δὲ ἔργον τὸ ἴδιον ὁ κεκτημένος δεδώρηται, ὅτι οὐ δεῖται· ὁ δὲ χρώμενος οὐχὶ κέκτηται, ὅτι κύριος εἷς ἁπάντων καὶ δεσπότης ἐστίν, ὃς ὀρθότατα ἐρεῖ· „ἐμὴ πᾶσά ἐστιν ἡ γῆ“ —ἴσον τῷ, τὸ γενητὸν ἅπαν ἐμόν —,„ὑμεῖς δὲ προσήλυτοι καὶ πάροικοι ἐναντίον ἐμοῦ“ (Lev. 25, 23).