Ancient Greek
Section 124
Philo Judaeus, De Cherubim 124
Not analysed yet
Πάντων οὖν ἀνωμολογημένων θεοῦ κτημάτων λόγοις τε ἀληθέσι καὶ μαρτυρίαις, ἃς οὐ θέμις ψευδομαρτυριῶν ἁλῶναι —χρησμοὶ γάρ, οὓς ἐν ἱεραῖς βίβλοις Μωυσῆς ἀνέγραψεν, οἱ μαρτυροῦντές εἰσι —,παραιτητέον τοίνυν τὸν νοῦν, ὃς τὸ γεννηθὲν κατὰ τὴν πρὸς αἴσθησιν σύνοδον κτῆμα ἴδιον ᾠήθη τε καὶ ἐκάλεσε [τὸν] Κάιν καὶ εἶπεν· „ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ“, καὶ κατὰ τοῦτο διαμαρτών·