Ancient Greek
Section 13
Philo Judaeus, De Cherubim 13
Not analysed yet
ἀνάγκη δέ, ὅταν ἀπὸ τῆς τοῦ θεοῦ φαντασίας ἐξέλθῃ διάνοια, ᾗ καλὸν καὶ συμφέρον ἦν ἐπερηρεῖσθαι, νεὼς αὐτίκα θαλαττευούσης τρόπον, ἀντιστατούντων βιαίων πνευμάτων, ὧδε κἀκεῖσε φέρεσθαι πατρίδα καὶ οἰκίαν λαχοῦσαν σάλον καὶ κλόνον, ἅπερ ἐναντιώτατά ἐστι βεβαιότητι ψυχῆς, ἣν περιποιεῖ χαρὰ συνώνυμος Ἐδέμ.