Ancient Greek
Section 21
Philo Judaeus, De Cherubim 21
Not analysed yet
Τίνα δέ ἐστιν ἃ διὰ τῶν Χερουβὶμ καὶ τῆς στρεφομένης ῥομφαίας φλογίνης αἰνίττεται, νῦν ἐπισκεπτέον. μήποτε οὖν τὴν τοῦ παντὸς οὐρανοῦ φορὰν δι’ ὑπονοιῶν εἰσάγει· κίνησιν γὰρ αἱ κατ’ οὐρανὸν σφαῖραι τὴν ἐναντίαν ἔλαχον ἀλλήλαις, ἡ μὲν τὴν ἀπλανῆ ταὐτοῦ κατὰ δεξιά, ἡ δὲ τὴν πεπλανημένην θατέρου κατ’ εὐώνυμα.