Ancient Greek
Section 24
Philo Judaeus, De Cherubim 24
Not analysed yet
καὶ καθάπερ ἔποχον ἐν ὀχήματι ἀστέρα ἐν οἰκείῳ κύκλῳ θεὶς τὰς ἡνίας ἐπίστευσε τῶν ἐπόχων οὐδενί, πλημμελῆ δείσας ἐπιστασίαν, ἁπάσας δ’ ἐξήρτησεν ἑαυτοῦ, νομίσας ἐναρμόνιον τῆς κινήσεως μάλιστα οὕτως τάξιν γενήσεσθαι· τὸ γὰρ σὺν θεῷ πᾶν ἐπαινετόν,