Ancient Greek
Section 28
Philo Judaeus, De Cherubim 28
Not analysed yet
ἀρχῆς μὲν οὖν καὶ ἀγαθότητος τῶν δυεῖν δυνάμεων τὰ Χερουβὶμ εἶναι σύμβολα, λόγου δὲ τὴν φλογίνην ῥομφαίαν· ὀξυκινητότατον γὰρ καὶ θερμὸν λόγος καὶ μάλιστα ὁ τοῦ αἰτίου, ὅτι καὶ αὐτὸ πάντα φθάσαν παρημείψατο καὶ πρὸ πάντων νοούμενον καὶ ἐπὶ πᾶσι φαινόμενον.