Ancient Greek
Section 30
Philo Judaeus, De Cherubim 30
Not analysed yet
φλογίνη δὲ ῥομφαία, διότι χρὴ τούτοις παρακολουθεῖν τὸν μέσον τῶν πραγμάτων ἔνθερμον καὶ πυρώδη λόγον, ὃς οὐδέποτε λήγει κινούμενος σπουδῇ πάσῃ πρὸς αἵρεσιν μὲν τῶν καλῶν, φυγὴν δὲ τῶν ἐναντίων.