Ancient Greek
Section 35
Philo Judaeus, De Cherubim 35
Not analysed yet
ἐπιτηδεύσεις, αἷς πρὸς ἀργυρισμὸν ἠξίου χρῆσθαι· αἱ δὲ καίτοι φωνητηρίων ὀργάνων ἀμοιροῦσαι τὴν δι’ αὐτῶν τῶν πραγμάτων ῥήξουσι φωνὴν ἐναργεστέραν οὖσαν τῆς διὰ γλώττης „Ἆρά γε, ὦ συκοφάντα, οὐχ ἡμεῖς ἐσμεν ἐκεῖναι“ λέγουσαι „αἷς καθάπερ ὑποζυγίοις ὑψαυχενῶν ἐπεβεβήκεις; μὴ καθ’ ὑπεροψίαν ἄλλως εἰργασάμεθά σοι κακοπραγίαν (cf. νυμ. 22, 30) ; ἴδε τὸν ἀνθεστῶτα ἐξεναντίας θεοῦ λόγον ἐνωπλισμένον ἄγγελον (ib. 31), παρ’ ὃν τό τε εὖ καὶ τὸ μὴ συμβέβηκε τελειοῦσθαι·