Ancient Greek
Section 38
Philo Judaeus, De Cherubim 38
Not analysed yet
φύσει γὰρ παντὸς ὕδατος ἠρεμίαν ἐξ αὑτοῦ λαχόντος, ὅταν μὲν πνεῦμα οὔριον κατ’ οἰάκων ἐπιγένηται, παντὸς ἀνασεισθέντος κάλου, πλησίστιοι μέχρι λιμένων αἱ νῆες καταίρουσιν, ὅταν δὲ αἰφνίδιον κατὰ πρῴρας ἐξεναντίας κατασκήψῃ, πολὺν σάλον καὶ κλόνον ἐγείρει καὶ ἀνατρέπει· καὶ τοῦ συμβαίνοντος ἡ μηδὲν αἰτία θάλαττα τὴν πρόφασιν ἴσχει, φανερῶς ταῖς ἀνέσεσι καὶ σφοδρότησι τῶν ἀνέμων ἢ γαληνιάζουσα ἢ κυμαίνουσα".