Ancient Greek
Section 43
Philo Judaeus, De Cherubim 43
Not analysed yet
εὐαγὲς καὶ ὅσιον παραμετροῦσιν. ἀρκτέον οὖν τῆς τελετῆς ὧδε. ἀνὴρ μὲν γυναικί, ἄνθρωπος δ’ ἄρρην ἀνθρώπῳ θηλείᾳ τὰς ἐπὶ γενέσει παίδων ὁμιλίας ἐπακολουθῶν τῇ φύσει συνέρχεται ποιησόμενος· ἀρεταῖς δὲ πολλὰ καὶ τέλεια τικτούσαις θέμις οὐκ ἔστιν ἀνδρὸς ἐπιλαχεῖν θνητοῦ· μὴ δεξάμεναι δὲ παρά τινος ἑτέρου γονήν, ἐξ ἑαυτῶν μόνον οὐδέποτε κυήσουσι.