Ancient Greek
Section 46
Philo Judaeus, De Cherubim 46
Not analysed yet
γνωριμώτερον δ’ ἐπὶ τῆς Λείας ἐκδιδάσκει λέγων, ὅτι τὴν μὲν μήτραν ἀνέῳξεν αὐτῆς ὁ θεός (Gen. 29, 31) —ἀνοιγνύναι δὲ μήτραν ἀνδρὸς ἴδιον —,ἡ δὲ συλλαβοῦσα ἔτεκεν οὐ θεῷ —ἱκανὸς γὰρ μόνος καὶ αὐταρκέστατος ἑαυτῷ —,ἀλλὰ τῷ κάματον ἀναδεχομένῳ ὑπὲρ τοῦ καλοῦ Ἰακώβ, ὥστε τὴν ἀρετὴν δέχεσθαι μὲν παρὰ τοῦ αἰτίου τὰ θεῖα σπέρματα, τίκτειν δέ τινι τῶν ἑαυτῆς ἐραστῶν, ὃς ἂν τῶν μνηστήρων ἁπάντων προκριθῇ.