Ancient Greek
Section 54
Philo Judaeus, De Cherubim 54
Not analysed yet
καὶ μὴν οὐκ ἀγνοεῖς τὴν οἰκείαν θέσιν τῶν ὀνομάτων· ἤδη γοῦν προελθὼν ἐπὶ τοῦ αὐτοῦ δηλώσεις προσώπου φάσκων, ὅτι „ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ“ (Gen. 4, 25). οὐκοῦν πολὺ μᾶλλον ἐχρῆν ἐπὶ τοῦ πρωτοτόκου, ὃς ἦν ἀρχὴ τῆς ἐξ ἀλλήλων γενέσεως ἀνθρώποις, τήν τε φύσιν τοῦ ἀποκυηθέντος δηλῶσαι πρῶτον ὅτι ἄρρεν, εἶτα τὸ οἰκεῖον ὄνομα θέσθαι, Κάιν εἰ τύχοι.