Ancient Greek
Section 65
Philo Judaeus, De Cherubim 65
Not analysed yet
οὗτός ἐστιν ὃν χαρακτηρίσας Μωυσῆς τρόπον ἐν ἡμῖν ἐπεφήμισε Κάιν, ἑρμηνευόμενον κτῆσιν, εὐηθείας μᾶλλον δὲ ἀσεβείας μεστὸν ὄντα· ἀντὶ γὰρ τοῦ νομίσαι θεοῦ πάντα κτήματα, ὑπέλαβεν ἑαυτοῦ, μηδ’ αὑτὸν ἔχειν βεβαίως δυνάμενος, ἀλλὰ μηδ’ ὅστις ἐστὶ τὴν οὐσίαν εἰδώς. ἀλλ’ ὅμως εἰ πεπίστευκε ταῖς αἰσθήσεσιν ὡς ἱκαναῖς θηρεῦσαι τὸ ἐκτὸς αἰσθητόν, εἰπάτω, πῶς παρορᾶν ἢ παρακούειν ἢ κατά τινα ἄλλην αἴσθησιν μὴ ἁμαρτάνειν ἔτι δυνήσεται.