Ancient Greek
Section 7
Philo Judaeus, De Cherubim 7
Not analysed yet
ὅταν δὲ ἤδη ὁ μὲν Ἀβρὰμ ἀντὶ φυσιολόγου γένηται σοφὸς καὶ φιλόθεος μετονομασθεὶς Ἀβραάμ, ὃς ἑρμηνεύεται πατὴρ ἐκλεκτὸς ἠχοῦς —ἠχεῖ μὲν γὰρ ὁ γεγωνὸς λόγος, πατὴρ δὲ τούτου ὁ νοῦς ἐπειλημμένος τοῦ σπουδαίου —,Σάρα δὲ ἀντὶ τῆς ἀρχῆς μου γένηται Σάρρα, ἧς ἐστιν ἡ κλῆσις ἄρχουσα, ὅπερ ἦν ἴσον τῷ ἀντὶ εἰδικῆς καὶ φθαρτῆς ἀρετῆς γενικὴν καὶ ἄφθαρτον γενέσθαι, ἐπιλάμψῃ δὲ καὶ τὸ εὐδαιμονίας γένος, ὁ Ἰσαάκ,