Ancient Greek
Section 73
Philo Judaeus, De Cherubim 73
Not analysed yet
ἐκκεκριμένου γάρ ἐστιν ὥσπερ ἐξ ἀγῶνος ἱεροῦ καὶ ἀποδεδοκιμασμένου παιδὸς ὄντως νηπίου κομιδῇ λογισμοῦ σεμνολογεῖν ἐπὶ τῷ τὸν νοῦν ἠγαπηκέναι καὶ τὸν νοῦν νομίζειν ἑαυτοῦ κύριον εἶναι καὶ εὐεργέτην καὶ ἐπὶ τῷ τὴν αἴσθησιν σφόδρα στέργειν καὶ κτῆμα ἴδιον αὐτὴν καὶ ἀγαθῶν τὸ μέγιστον ἡγεῖσθαι καὶ τὰ τούτων ἀμφοῖν παιδία, τοῦ μὲν τὸ νοεῖν, τὸ λογίζεσθαι, τὸ διανοεῖσθαι, τὸ βουλεύεσθαι, τὸ στοχάζεσθαι, τῆς δὲ τὸ ὁρᾶν, τὸ ἀκούειν, τὸ γεύεσθαι, τὸ ὀσφραίνεσθαι, τὸ ἅπτεσθαι, κοινῶς τὸ αἰσθάνεσθαι.